Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 23.1 | Dem. 23.7 (English) | >>Dem. 23.9 |
23.5νῦν δὲ πολλοῖς τοῦτο φοβουμένοις , λέγειν μὲν ἴσως οὐ δεινοῖς , βελτίοσι δʼ ἀνθρώποις τῶν δεινῶν , οὐδὲ σκοπεῖν ἐπέρχεται τῶν κοινῶν οὐδέν . ἐγὼ γοῦν (ὀμνύω τοὺς θεοὺς ἅπαντας ) ἀπώκνησʼ ἄν , εὖ ἴστε , καὶ αὐτὸς τὴν γραφὴν ταύτην ἀπενεγκεῖν , εἰ μὴ πάνυ τῶν αἰσχρῶν ἐνόμιζον εἶναι νῦν μὲν ἡσυχίαν ἄγειν καὶ σιωπῆσαι , πρᾶγμʼ ἀλυσιτελὲς τῇ πόλει κατασκευάζοντας ὁρῶν τινας ἀνθρώπους , πρότερον δέ , ὅτʼ ἔπλευσα τριηραρχῶν εἰς Ἑλλήσποντον , εἰπεῖν καὶ κατηγορῆσαί τινων , οὓς ἀδικεῖν ὑμᾶς ἡγούμην .
οὐκ ἀγνοῶ μὲν οὖν ὅτι τὸν Χαρίδημον εὐεργέτην εἶναί τινες τῆς πόλεως οἴονται · ἐγὼ δέ , ἄν περ ἃ βούλομαί τε καὶ οἶδα πεπραγμένʼ ἐκείνῳ δυνηθῶ πρὸς ὑμᾶς εἰπεῖν , οἶμαι δείξειν οὐ μόνον οὐκ εὐεργέτην , ἀλλὰ καὶ κακονούστατον ἀνθρώπων ἁπάντων καὶ πολὺ τἀναντίʼ ἢ προσῆκεν ὑπειλημμένον .
23.7εἰ μὲν οὖν , ὦ ἄνδρες Ἀθηναῖοι , τοῦτο μέγιστον Ἀριστοκράτης ἠδίκει , τὸ τοιούτου , οἷον ἐγώ φημι δείξειν τὸν Χαρίδημον ὄντα , τοσαύτην πεποιῆσθαι πρόνοιαν ἐν τῷ ψηφίσματι ὥστʼ ἰδίαν παρὰ τοὺς νόμους , ἄν τι πάθῃ , τιμωρίαν αὐτῷ δεδωκέναι , ταῦτʼ ἂν ἤδη λέγειν πρὸς ὑμᾶς ἐπεχείρουν , ἵνʼ εἰδῆτε πολλοῦ δεῖν ἄξιον ὄντα τυχεῖν τοῦ ψηφίσματος αὐτὸν τουτουί . νυνὶ δʼ ἕτερον τούτου μεῖζον διὰ τοῦ ψηφίσματος ἔστʼ ἀδίκημα , ὃ δεῖ πρότερον καὶ μαθεῖν ὑμᾶς καὶ φυλάξασθαι .
23.6
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 23.1 | Dem. 23.7 (English) | >>Dem. 23.9 |